Datasets:

Modalities:
Text
Formats:
parquet
Size:
< 1K
Libraries:
Datasets
pandas
License:
author
stringclasses
89 values
title
stringlengths
3
83
text
stringlengths
139
2.06M
Plutarch
Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι
ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν, ἀπιθάνως ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος, εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν σχίσας ὀρθῷ ποδὶ γᾶν· ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος, οὐκ ἄτρωτός ἐστιν οὐδʼ ἄνοσος οὐδʼ ἀναλγής, ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλούμενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν, τοιούτοις. καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται, ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται καὶ κατακρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βασανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκητος καὶ πωλούμενος; ὑπὸ τῶν πολεμίων ἀνάλωτος· οὐδὲν τῶν πλοίων διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ συντρίβεται καὶ ἀνατρέπεται. στοιξος ἀβσιιρδιορα ποετις διξερε. ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν· ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσσοῦ καὶ ὠχροῦ καὶ κατʼ Αἰσχύλον ἐξ ὀσφυαλγοῦς κὡδυνοσπάδος λυγροῦ γέροντος εὐπρεπὴς θεοειδὴς καλλίμορφος καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν. ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται. ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος· καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνί σταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος· οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος. ἐκ τῆς Στοᾶς; γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν εὖξαι τί βούλει, πάντα σοι γενήσεται πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων. καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα πτωχῷ λευγαλέῳ ἐναλίγκιον· ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς ἐγὼ μόνος· εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ καὶ βαμβακύζω.
Euripides
Ἰφιγένεια ἐν Αὐλίδι
Ἀγαμέμνων Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι, Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος, Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι. δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον. τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί, δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε· ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε· ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη, τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους, κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα. ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί — δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα, ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι. ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν, Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει, Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι, ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται, ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις. τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί, τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι. κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε. ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα. Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον, καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε. κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν, ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν. οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην, τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος, συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων, εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος· πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν, ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον. μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν ἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰν λύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον. ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼν πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς, λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα· πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ. Ἀγαμέμνων Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν στεῖχε. Πρεσβύτης στείχω. τί δὲ καινουργεῖς, Ἀγάμεμνον ἄναξ; Ἀγαμέμνων σπεύσεις; Πρεσβύτης σπεύδω. μάλα τοι γῆρας τοὐμὸν ἄυπνον καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. Ἀγαμέμνων τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει; Πρεσβύτης Σείριος ἐγγὺς τῆς ἑπταπόρου Πλειάδος ᾄσσων ἔτι μεσσήρης. Ἀγαμέμνων οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων τόνδε κατʼ Εὔριπον ἔχουσιν. Πρεσβύτης τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, Ἀγάμεμνον ἄναξ; ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν καὶ ἀκίνητοι φυλακαὶ τειχέων. στείχωμεν ἔσω. Ἀγαμέμνων ζηλῶ σέ, γέρον, ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής· τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ. Πρεσβύτης καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. Ἀγαμέμνων τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν, καὶ τὸ πρότιμον γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων γνῶμαι πολλαὶ καὶ δυσάρεστοι διέκναισαν. Πρεσβύτης οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται. σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας δέλτον τε γράφεις τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς καὶ σφραγίζεις λύεις τʼ ὀπίσω ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν κατὰ δάκρυ χέων, καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς μὴ οὐ μαίνεσθαι. τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ; φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις· σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως πέμπει φερνὴν συννυμφοκόμον τε δίκαιον. Ἀγαμέμνων πέμπω σοι πρὸς ταῖς πρόσθεν δέλτους, ὦ Λήδας ἔρνος— Πρεσβύτης λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ. Ἀγαμέμνων μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς τὰν κολπώδη πτέρυγʼ Εὐβοίας Αὖλιν ἀκλύσταν. εἰς ἄλλας ὥρας γὰρ δὴ παιδὸς δαίσομεν ὑμεναίους. Πρεσβύτης καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ σοὶ σῇ τʼ ἀλόχῳ; τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς. Ἀγαμέμνων ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν, οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα νυμφείους εἰς ἀγκώνων εὐνὰς ἐκδώσειν λέκτροις. Πρεσβύτης δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ, ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον φατίσας ἦγες σφάγιον Δαναοῖς. Ἀγαμέμνων οἴμοι, γνώμας ἐξέσταν, αἰαῖ, πίπτω δʼ εἰς ἄταν. ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ μηδὲν ὑπείκων. Πρεσβύτης σπεύδω, βασιλεῦ. Ἀγαμέμνων μή νυν μήτʼ ἀλσώδεις ἵζου κρήνας μήθʼ ὕπνῳ θελχθῇς. Πρεσβύτης εὔφημα θρόει. Ἀγαμέμνων πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ τροχαλοῖσιν ὄχοις παραμειψαμένη παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη Δαναῶν πρὸς ναῦς. Πρεσβύτης ἔσται τάδε. Ἀγαμέμνων κλῄθρων δʼ ἐξόρμοις ἤν νιν πομπαῖς ἀντήσῃς, πάλιν εἰσόρμα, σεῖε χαλινούς, ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας. Πρεσβύτης πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι, λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ; Ἀγαμέμνων σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ τήνδε κομίζεις. ἴθι. λευκαίνει τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς πῦρ τε τεθρίππων τῶν Ἀελίου· σύλλαβε μόχθων. θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς οὐδʼ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος. Χορός —ἔμολον ἀμφὶ παρακτίαν ψάμαθον Αὐλίδος ἐναλίας, Εὐρίπου διὰ χευμάτων κέλσασα στενοπόρθμων, Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ, ἀγχιάλων ὑδάτων τροφὸν τᾶς κλεινᾶς Ἀρεθούσας, Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ- μιθέων, οὓς ἐπὶ Τροίαν ἐλάταις χιλιόναυσιν τὸν ξανθὸν Μενέλαόν θʼ ἁμέτεροι πόσεις ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ Εὐρώτα δονακοτρόφου Πάρις ὁ βουκόλος ἃν ἔλαβε δῶρον τᾶς Ἀφροδίτας, ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν μορφᾶς ἁ Κύπρις ἔσχεν. Χορός —πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- τέμιδος ἤλυθον ὀρομένα, φοινίσσουσα παρῇδʼ ἐμὰν αἰσχύνᾳ νεοθαλεῖ, ἀσπίδος ἔρυμα καὶ κλισίας ὁπλοφόρους Δαναῶν θέλουσʼ ἵππων τʼ ὄχλον ἰδέσθαι. κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω, τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν Σαλαμῖνος στέφανον· Πρω- τεσίλαόν τʼ ἐπὶ θάκοις πεσσῶν ἡδομένους μορ- φαῖσι πολυπλόκοις Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει- δᾶνος, Διομήδεά θʼ ἡδο- ναῖς δίσκου κεχαρημένον, παρὰ δὲ Μηριόνην, Ἄρεος ὄζον, θαῦμα βροτοῖσιν, τὸν ἀπὸ νησαίων τʼ ὀρέων Λαέρτα τόκον, ἅμα δὲ Νι- ρέα, κάλλιστον Ἀχαιῶν. Χορός —τὸν ἰσάνεμόν τε ποδοῖν λαιψηροδρόμον Ἀχιλῆα, τὸν ἁ Θέτις τέκε καὶ Χείρων ἐξεπόνησεν, εἶδον αἰγιαλοῖς παρά τε κροκάλαις δρόμον ἔχοντα σὺν ὅπλοις· ἅμιλλαν δʼ ἐπόνει ποδοῖν πρὸς ἅρμα τέτρωρον ἑλίσσων περὶ νίκας. ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ, Εὔμηλος Φερητιάδας, ᾧ καλλίστους ἰδόμαν χρυσοδαιδάλτους στομίοις πώλους κέντρῳ θεινομένους, τοὺς μὲν μέσους ζυγίους λευκοστίκτῳ τριχὶ βαλιούς, τοὺς δʼ ἔξω σειροφόρους ἀντήρεις καμπαῖσι δρόμων, πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰ ποικιλοδέρμονας· οἷς παρεπάλλετο Πηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ- ριγγας ἁρματείους. Χορός —ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθον καὶ θέαν ἀθέσφατον, τὰν γυναικεῖον ὄψιν ὀμμάτων ὡς πλήσαιμι, μέλινον ἁδονάν. καὶ κέρας μὲν ἦν δεξιὸν πλάτας ἔχων Φθιώτας ὁ Μυρμιδὼν Ἄρης πεντήκοντα ναυσὶ θουρίαις. χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη- ρῇδες ἕστασαν θεαί, πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ. Χορός —Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοι νᾶες ἕστασαν πέλας· ὧν ὁ Μηκιστέως στρατηλάτας παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ, Καπανέως τε παῖς Σθένελος· Ἀτθίδας δʼ ἄγων ἑξήκοντα ναῦς ὁ Θησέως παῖς ἑξῆς ἐναυλόχει, θεὰν Παλλάδʼ ἐν μωνύχοις ἔχων πτερω- τοῖσιν ἅρμασιν θετόν, εὔσημόν γε φάσμα ναυβάταις. Χορός Βοιωτῶν δʼ ὅπλισμα πόντιον πεντήκοντα νῆας εἰδόμαν σημείοισιν ἐστολισμένας· τοῖς δὲ Κάδμος ἦν χρύσεον δράκοντʼ ἔχων ἀμφὶ ναῶν κόρυμβα· Λήιτος δʼ ὁ γηγενὴς ἆρχε ναΐου στρατοῦ· Φωκίδος δʼ ἀπὸ χθονὸς Λοκρᾶς τε τοῖσδʼ ἴσας ἄγων ναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰν Θρονιάδʼ ἐκλιπὼν πόλιν. Χορός —Μυκήνας δὲ τᾶς Κυκλωπίας παῖς Ἀτρέως ἔπεμπε ναυβάτας ναῶν ἑκατὸν ἠθροϊσμένους· σὺν δʼ Ἄδραστος ἦν ταγός, ὡς φίλος φίλῳ, τᾶς φυγούσας μέλαθρα βαρβάρων χάριν γάμων πρᾶξιν Ἑλλὰς ὡς λάβοι. ἐκ Πύλου δὲ Νέστορος Γερηνίου κατειδόμαν πρύμνας σῆμα ταυρόπουν ὁρᾶν, τὸν πάροικον Ἀλφεόν. Χορός —Αἰνιάνων δὲ δωδεκάστολοι νᾶες ἦσαν, ὧν ἄναξ Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας Ἤλιδος δυνάστορες, οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς· Εὔρυτος δʼ ἄνασσε τῶνδε, λευκήρετμον δʼ Ἄρη Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε, Φυλέως λόχευμα, τὰς Ἐχίνας λιπὼν νήσους ναυβάταις ἀπροσφόρους. Χορός —Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε ἐσχάταισι συμπλέκων δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς ἄιον καὶ ναυβάταν εἰδόμαν λεών· ᾧ τις εἰ προσαρμόσει βαρβάρους βάριδας, νόστον οὐκ ἀποίσεται, ἐνθάδʼ οἷον εἰδόμαν νάιον πόρευμα, τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου μνήμην σῴζομαι στρατεύματος. Πρεσβύτης Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών. Μενέλαος ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ. Πρεσβύτης καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας. Μενέλαος κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ. Πρεσβύτης οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον. Μενέλαος οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά. Πρεσβύτης ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί. Μενέλαος οὐκ ἂν μεθείμην. Πρεσβύτης οὐδʼ ἔγωγʼ ἀφήσομαι. Μενέλαος σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα. Πρεσβύτης ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ. Μενέλαος μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους. Πρεσβύτης ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰς ἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ, Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει. Ἀγαμέμνων ἔα· τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία; Μενέλαος οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν. Ἀγαμέμνων σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις; Μενέλαος βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω. Ἀγαμέμνων μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς; Μενέλαος τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν; Ἀγαμέμνων εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν. Μενέλαος οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα. Ἀγαμέμνων ἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς; Μενέλαος ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ. Ἀγαμέμνων ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός. Μενέλαος προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται. Ἀγαμέμνων τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε; Μενέλαος ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν. Ἀγαμέμνων οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι; Μενέλαος πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα. Ἀγαμέμνων εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή. Μενέλαος νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις. βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ. οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον, τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων, ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι — τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου; κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος, δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι, ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις, ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν. ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν. ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν, οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι. ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός. κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; — ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος. κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών, οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην. κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς, ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε. οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν. μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς, τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν. Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω, ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην. μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός, μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν· πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ. Χορός δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν. Ἀγαμέμνων βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως, ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ. εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων; τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν; οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς; οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί. εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ, μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες φιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός, κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος — οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν. οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναι τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ, ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις, ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην. ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια· εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς. Χορός οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένων μύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων. Μενέλαος αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας. Ἀγαμέμνων εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι. Μενέλαος δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς; Ἀγαμέμνων συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν. Μενέλαος ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους. Ἀγαμέμνων εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ. Μενέλαος οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι; Ἀγαμέμνων Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα. Μενέλαος σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς. ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας φίλους τʼ ἐπʼ ἄλλους — Αγγελος Α ὦ Πανελλήνων ἄναξ, Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων, ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις. μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας, καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών, χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν. ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ κρήνην ἀναψύχουσι θηλύπουν βάσιν, αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο. ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην. πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ, σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς. λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται; ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε· Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα, Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε; ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ, στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ, ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος· φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ. Ἀγαμέμνων ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω· τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς. οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν; ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν. ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος. ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον. καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει, ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν. ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ, τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας, ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος. εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν; πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ; καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς. τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον; Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα — ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε· Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος. παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος. αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε. Χορός κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην ὑπὲρ τυράννων συμφορᾶς καταστένειν. Μενέλαος ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν. Ἀγαμέμνων δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ. Μενέλαος Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα, ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ. ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων, οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν· καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν, θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος. τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι; ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν, Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ; ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα. ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ, ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα; ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος, σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν, ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί, μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος. ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων; εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί. Χορός γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν. Ἀγαμέμνων αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως. ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν. ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας, θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον. Μενέλαος πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν; Ἀγαμέμνων ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος. Μενέλαος οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν. Ἀγαμέμνων λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν. Μενέλαος τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον. Ἀγαμέμνων Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ. Μενέλαος οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές. Ἀγαμέμνων τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν. Μενέλαος κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. Ἀγαμέμνων ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται; Μενέλαος ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον; Ἀγαμέμνων τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε. Μενέλαος οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ. Ἀγαμέμνων ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα. Μενέλαος φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ. Ἀγαμέμνων οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο, κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην, Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν, σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω, ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις συναρπάσουσι καὶ κατασκάψουσι γῆν. τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ, ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε. ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών, ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς. ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε. Χορός —μάκαρες οἳ μετρίας θεοῦ μετά τε σωφροσύνας μετέ- σχον λέκτρων Ἀφροδίτας, γαλανείᾳ χρησάμενοι μανιάδων οἴστρων, ὅθι δὴ δίδυμʼ Ἔρως ὁ χρυσοκόμας τόξʼ ἐντείνεται χαρίτων, τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ, τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς. ἀπενέπω νιν ἁμετέρων, Κύπρι καλλίστα, θαλάμων. εἴη δέ μοι μετρία μὲν χάρις, πόθοι δʼ ὅσιοι, καὶ μετέχοιμι τᾶς Ἀφροδί- τας, πολλὰν δʼ ἀποθείμαν. Χορός —διάφοροι δὲ φύσεις βροτῶν, διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ- θῶς ἐσθλὸν σαφὲς αἰεί· τροφαί θʼ αἱ παιδευόμεναι μέγα φέρουσʼ ἐς τὰν ἀρετάν· τό τε γὰρ αἰδεῖσθαι σοφία, τάν τʼ ἐξαλλάσσουσαν ἔχει χάριν ὑπὸ γνώμας ἐσορᾶν τὸ δέον, ἔνθα δόξα φέρει κλέος ἀγήρατον βιοτᾷ. μέγα τι θηρεύειν ἀρετάν, γυναιξὶ μὲν κατὰ Κύπριν κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ κόσμος ἐνὼν ὁ μυριοπλη- θὴς μείζω πόλιν αὔξει. Χορός —ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε βουκόλος ἀργενναῖς ἐτράφης Ἰδαίαις παρὰ μόσχοις, βάρβαρα συρίζων, Φρυγίων αὐλῶν Ὀλύμπου καλάμοις μιμήματα πνείων. εὔθηλοι δὲ τρέφοντο βόες, ὅτε σε κρίσις ἔμηνε θεᾶν, ἅ σʼ Ἑλλάδα πέμπει· ἐλεφαντοδέτων πάροι- θεν δόμων δὲ στὰς Ἑλένας ἐν ἀντωποῖς βλεφάροισιν ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ αὐτὸς ἐπτοάθης. ὅθεν ἔρις ἔριν Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει ἐς Τροίας πέργαμα Χορός ανδρων Αργειων ἰὼ ἰώ· μεγάλαι μεγάλων εὐδαιμονίαι· τὴν τοῦ βασιλέως ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν, τὴν Τυνδάρεω τε Κλυταιμήστραν· ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας. θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι τοῖς οὐκ εὐδαίμοσι θνητῶν. Χορός στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα, τὴν βασίλειαν δεξώμεθʼ ὄχων ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν, ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ, μὴ ταρβήσῃ νεωστί μοι μολὸν κλεινὸν τέκνον Ἀγαμέμνονος, μηδὲ θόρυβον μηδʼ ἔκπληξιν ταῖς Ἀργείαις ξεῖναι ξείναις παρέχωμεν. Κλυταιμήστρα ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα, τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν· ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ, καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι. σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους, ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα. ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων. κἀμοὶ χερός τις ἐνδότω στηρίγματα, θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς. αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν· φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν· καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον, λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος. τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ; ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς· ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος. ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον· πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με ξέναισι ταῖσδε πλησία σταθεῖσα δός, καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον. Ἰφιγένεια ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή· πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ. Κλυταιμήστρα ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ, ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν. Ἰφιγένεια ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ, ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου· ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή. Κλυταιμήστρα ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον. Ἰφιγένεια ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ. Ἀγαμέμνων καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις. Ἰφιγένεια χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ. Ἀγαμέμνων οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον. Ἰφιγένεια ἔα· ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών. Ἀγαμέμνων πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει. Ἰφιγένεια παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου. Ἀγαμέμνων ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι. Ἰφιγένεια μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον. Ἀγαμέμνων ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον. Ἰφιγένεια κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν; Ἀγαμέμνων μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία. Ἰφιγένεια οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ. Ἀγαμέμνων συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις. Ἰφιγένεια ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ. Ἀγαμέμνων παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα. Ἰφιγένεια μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν. Ἀγαμέμνων θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι. Ἰφιγένεια ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά. Ἀγαμέμνων ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει. Ἰφιγένεια ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς. Ἀγαμέμνων καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν. Ἰφιγένεια ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ; Ἀγαμέμνων οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις. Ἰφιγένεια μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ. Ἀγαμέμνων εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. Ἰφιγένεια φεῦ· εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ. Ἀγαμέμνων ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός. Ἰφιγένεια σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι; Ἀγαμέμνων μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος. Ἰφιγένεια οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ; Ἀγαμέμνων ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας. Ἰφιγένεια σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ. Ἀγαμέμνων θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε. Ἰφιγένεια ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν. Ἀγαμέμνων εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας. Ἰφιγένεια στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς; Ἀγαμέμνων ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν. χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι, μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι, ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου. ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν. ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. Κλυταιμήστρα οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν, ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην· ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ. τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας, γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω. Ἀγαμέμνων Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός. Κλυταιμήστρα ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς; Ἀγαμέμνων Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον. Κλυταιμήστρα τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα; Ἀγαμέμνων Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην. Κλυταιμήστρα θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών; Ἀγαμέμνων Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος. Κλυταιμήστρα γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον; Ἀγαμέμνων Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα. Κλυταιμήστρα οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος; Ἀγαμέμνων ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί. Κλυταιμήστρα Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα; Ἀγαμέμνων Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν. Κλυταιμήστρα φεῦ· σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. Ἀγαμέμνων τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις. Κλυταιμήστρα οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος; Ἀγαμέμνων Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις. Κλυταιμήστρα ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον; Ἀγαμέμνων κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ. Κλυταιμήστρα ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ; Ἀγαμέμνων ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος. Κλυταιμήστρα προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ; Ἀγαμέμνων μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ. Κλυταιμήστρα κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον; Ἀγαμέμνων θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς. Κλυταιμήστρα ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν; Ἀγαμέμνων ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις. Κλυταιμήστρα καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως. Ἀγαμέμνων οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι. Κλυταιμήστρα τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν. Ἀγαμέμνων ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος— Κλυταιμήστρα μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών; Ἀγαμέμνων ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα. Κλυταιμήστρα ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν; Ἀγαμέμνων χώρει πρὸς Ἄργος παρθένους τε τημέλει. Κλυταιμήστρα λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα; Ἀγαμέμνων ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει. Κλυταιμήστρα οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα. Ἀγαμέμνων οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ. Κλυταιμήστρα καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα. Ἀγαμέμνων καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας. Κλυταιμήστρα ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς. Ἀγαμέμνων πιθοῦ. Κλυταιμήστρα μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ, ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις. Ἀγαμέμνων οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην, ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων. σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις τέχνας πορίζω, πανταχῇ νικώμενος. ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές, ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος. χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν. Χορός ἥξει δὴ Σιμόεντα καὶ δίνας ἀργυροειδεῖς ἄγυρις Ἑλλάνων στρατιᾶς ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις Ἴλιον ἐς τὸ Τροίας Φοιβήιον δάπεδον, τὰν Κασάνδραν ἵνʼ ἀκούω ῥίπτειν ξανθοὺς πλοκάμους χλωροκόμῳ στεφάνῳ δάφνας κοσμηθεῖσαν, ὅταν θεοῦ μαντόσυνοι πνεύσωσʼ ἀνάγκαι. Χορός στάσονται δʼ ἐπὶ περγάμων Τροίας ἀμφί τε τείχη Τρῶες, ὅταν χάλκασπις Ἄρης πόντιος εὐπρῴροιο πλάτας εἰρεσίᾳ πελάζῃ Σιμουντίοις ὀχετοῖς, τὰν τῶν ἐν αἰθέρι δισσῶν Διοσκούρων Ἑλέναν ἐκ Πριάμου κομίσαι θέλων ἐς γᾶν Ἑλλάδα δοριπόνοις ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν. Χορός Πέργαμον δὲ Φρυγῶν πόλιν λαΐνους περὶ πύργους κυκλώσας Ἄρει φονίῳ, λαιμοτόμου κεφαλᾶς σπάσας Πάριν Ἀτρεΐδας, πέρσας κατάκρας πόλιν, θήσει κόρας πολυκλαύτους δάμαρτά τε Πριάμου. ἁ δὲ Διὸς Ἑλένα κόρα πολύκλαυτος ἑδεῖται πόσιν προλιποῦσα. μήτʼ ἐμοὶ μήτʼ ἐμοῖσι τέκνων τέκνοις ἐλπὶς ἅδε ποτʼ ἔλθοι, οἵαν αἱ πολύχρυσοι Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι στήσουσι παρʼ ἱστοῖς μυθεῦσαι τάδʼ ἐς ἀλλήλας· Τίς ἄρα μʼ εὐπλοκάμου κόμας ῥῦμα δακρυόεν τανύσας πατρίδος ὀλλυμένας ἀπολωτιεῖ; διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον, εἰ δὴ φάτις ἔτυμος ὡς ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ Διὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼ ἐν δέλτοις Πιερίσιν μῦθοι τάδʼ ἐς ἀνθρώπους ἤνεγκαν παρὰ καιρὸν ἄλλως. Ἀχιλλεύς ποῦ τῶν Ἀχαιῶν ἐνθάδʼ ὁ στρατηλάτης; τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως ζητοῦντά νιν παῖδʼ ἐν πύλαις Ἀχιλλέα; οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας. οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων, οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε θάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδας ἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρως τῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν. τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών, ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει. γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα μένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς, Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοι λέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον ἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον; δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν, τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα. Κλυταιμήστρα ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων τῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων. Ἀχιλλεύς ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην; Κλυταιμήστρα οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν. Ἀχιλλεύς τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον, γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους; Κλυταιμήστρα Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ. Ἀχιλλεύς καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια. αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους. Κλυταιμήστρα μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων. Ἀχιλλεύς τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις. Κλυταιμήστρα θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος. Ἀχιλλεύς ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι· εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον; Κλυταιμήστρα πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις. Ἀχιλλεύς οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι, οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων. Κλυταιμήστρα τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ. Ἀχιλλεύς εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε· ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως. Κλυταιμήστρα ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμους οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε. Ἀχιλλεύς ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις. ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε. Κλυταιμήστρα χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ, ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια. Ἀχιλλεύς καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν στείχω ματεύσων τῶνδε δωμάτων ἔσω. Πρεσβύτης ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω, τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην. Ἀχιλλεύς τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ. Πρεσβύτης δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ. Ἀχιλλεύς τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος. Πρεσβύτης τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός. Ἀχιλλεύς ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα. Πρεσβύτης ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις; Ἀχιλλεύς ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων. Πρεσβύτης ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω. Ἀχιλλεύς ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά. Κλυταιμήστρα δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν. Πρεσβύτης οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν; Κλυταιμήστρα οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν. Πρεσβύτης χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ; Κλυταιμήστρα ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε. Πρεσβύτης ὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει. Κλυταιμήστρα ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους. Πρεσβύτης παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν. Κλυταιμήστρα πῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς. Πρεσβύτης φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην. Κλυταιμήστρα ὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις; Πρεσβύτης ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ. Κλυταιμήστρα ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων; Πρεσβύτης θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός. Κλυταιμήστρα ποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν. Πρεσβύτης Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ. Κλυταιμήστρα εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος; Πρεσβύτης πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ. Κλυταιμήστρα ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων; Πρεσβύτης ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν. Κλυταιμήστρα ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν. Πρεσβύτης οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη. Κλυταιμήστρα οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω. Πρεσβύτης εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει. Κλυταιμήστρα σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος; Πρεσβύτης δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα. Κλυταιμήστρα οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην; Πρεσβύτης μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ. Κλυταιμήστρα κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν; Πρεσβύτης Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος. Κλυταιμήστρα ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε; Ἀχιλλεύς ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω. Κλυταιμήστρα παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις. Ἀχιλλεύς μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω. Κλυταιμήστρα οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ, θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι; ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι; ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως. σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην, νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται, ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης, ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις. πρὸς γενειάδος σε ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών — οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ· οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις, ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ— χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα. Χορός δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων. Ἀχιλλεύς ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω· ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις. λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα. ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν, ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν. ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν. καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς, πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι. ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί. σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων, ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν, τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ, κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας. τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο, τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν, εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος, θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη. ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ, ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν, ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς, εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει. μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένον Νηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο, οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ, οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις· ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων, ὅθεν πεφύκασʼ οἱ στρατηλάται γένος, Φθίας δὲ τοὔνομʼ οὐδαμοῦ κεκλήσεται. πικροὺς δὲ προχύτας χέρνιβάς τʼ ἀνάξεται Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστʼ ἀνήρ, ὃς ὀλίγʼ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται; οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε· ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ. χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα, θήραμα παιδός· ἡ Κλυταιμήστρα δʼ ἐμοὶ μάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει. ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον ἐν τῷδʼ ἔκαμνε νόστος· οὐκ ἠρνούμεθʼ ἂν τὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην. νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς. τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ, εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται. ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι μέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι. Χορός ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξια καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ. Κλυταιμήστρα φεῦ· πῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις, μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν; αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν. αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους, ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν. ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν. οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν· ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν, κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών. ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη· σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται. βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ; ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ, ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον. εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται. ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. Ἀχιλλεύς σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν, μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι· στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ. πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον, εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν. ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν· ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην. Κλυταιμήστρα ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν. Ἀχιλλεύς ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς. Κλυταιμήστρα τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου. Ἀχιλλεύς πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν. Κλυταιμήστρα κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν. Ἀχιλλεύς ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους. Κλυταιμήστρα ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον. Ἀχιλλεύς ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα· ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον. ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν. κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι, στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει. καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. Κλυταιμήστρα ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ. ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίαν ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν; Ἀχιλλεύς ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας. Κλυταιμήστρα ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών. εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν; Χορός τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος μετά τε φιλοχόρου κιθάρας συρίγγων θʼ ὑπὸ καλαμοεσ- σᾶν ἔστασεν ἰαχάν, ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι δαιτὶ θεῶν ἔνι Πιερίδες χρυσεοσάνδαλον ἴχνος ἐν γᾷ κρούουσαι Πηλέως ἐς γάμον ἦλθον, μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν, Κενταύρων ἐν ὄρεσι κλέουσαι Πηλιάδα καθʼ ὕλαν. ὁ δὲ Δαρδανίδας, Διὸς λέκτρων τρύφημα φίλον, χρυσέοισιν ἄφυσσε λοιβὰν ἐν κρατήρων γυάλοις, ὁ Φρύγιος Γανυμήδης. παρὰ δὲ λευκοφαῆ ψάμαθον εἱλισσόμεναι κύκλια πεντήκοντα κόραι γάμους Νηρέως ἐχόρευσαν. Χορός ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ θίασος ἔμολεν ἱπποβάτας Κενταύρων ἐπὶ δαῖτα τὰν θεῶν κρατῆρά τε Βάκχου. μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα, παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς μάντις ὁ φοιβάδα μοῦσαν εἰδὼς γεννάσειν Χείρων ἐξονόμαζεν, ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων ἀσπισταῖς Πριάμοιο κλεινὰν γαῖαν ἐκπυρώσων, περὶ σώματι χρυσέων ὅπλων Ἡφαιστοπόνων κεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς ματρὸς δωρήματʼ ἔχων Θέτιδος, ἅ νιν ἔτικτεν. μακάριον τότε δαίμονες τᾶς εὐπάτριδος γάμον Νηρῄδων ἔθεσαν πρώτας Πηλέως θʼ ὑμεναίους. Χορός —σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμαν πλόκαμον Ἀργεῖοι, βαλιὰν ὥστε πετραίων ἀπʼ ἄντρων ἐλθοῦσαν ὀρέων μόσχον ἀκήρατον, βρότειον αἱμάσσοντες λαιμόν· οὐ σύριγγι τραφεῖσαν οὐδʼ ἐν ῥοιβδήσεσι βουκόλων, παρὰ δὲ ματέρι νυμφοκόμον Ἰναχίδαις γάμον. ποῦ τὸ τᾶς Αἰδοῦς ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει σθένειν τι πρόσωπον, ὁπότε τὸ μὲν ἄσεπτον ἔχει δύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι- σθεν θνατοῖς ἀμελεῖται, Ἀνομία δὲ νόμων κρατεῖ, καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς μή τις θεῶν φθόνος ἔλθῃ; Κλυταιμήστρα ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν, χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας. ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή, πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων, θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται. μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται. Ἀγαμέμνων Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει. Κλυταιμήστρα τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται; Ἀγαμέμνων ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα· ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι, προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν, μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών. Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα. Κλυταιμήστρα τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σου οὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν. χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς πάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγε λαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον. ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι. τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω. Ἀγαμέμνων τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς, ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους; Κλυταιμήστρα φεῦ· τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν; ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ. Ἀγαμέμνων τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε, σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων. Κλυταιμήστρα εἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι. Ἀγαμέμνων οὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω. Κλυταιμήστρα τὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν; Ἀγαμέμνων ἔα· τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή. Κλυταιμήστρα ἔχʼ ἥσυχος. κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν. Ἀγαμέμνων σὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις. Κλυταιμήστρα οὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι. Ἀγαμέμνων ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός. Κλυταιμήστρα κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων. Ἀγαμέμνων τίνʼ ἠδίκησαι; Κλυταιμήστρα τοῦτʼ ἐμοῦ πεύθῃ πάρα; ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει. Ἀγαμέμνων ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου. Κλυταιμήστρα πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν· αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων. Ἀγαμέμνων ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ; Κλυταιμήστρα ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους, κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν. πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω, ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ, τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών· βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ, μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας. καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω, ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην· πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη. οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή, ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν. σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖν δάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν. τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι τόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς. κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς, λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά; Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα. ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν, κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας, τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς; ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς, κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί· Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ, αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί, τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους. ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον, ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών. μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲ κακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ. εἶἑν· θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς; τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον; νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών; ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι; οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν, εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν; ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς; ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά; ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει; ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν· Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα; κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών. ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν, ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν, οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι, ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται. τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω· εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ. Χορός πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν, Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν. Ἰφιγένεια εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον, πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας, κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά, δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν. ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι, μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς. πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ· πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν φίλας χάριτας ἔδωκα κἀντεδεξάμην. λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον, εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι, ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ; οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί· Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ, πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς; τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω, σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις. μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει. τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ; βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις, ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται. ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ. ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου. ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω· ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη. ἓν συντεμοῦσα πάντα νικήσω λόγον· τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν, τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν. Χορός ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας. Ἀγαμέμνων ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν. δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι, δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ. ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε, χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι, οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι, εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει, οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον. μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα, παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν· οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς. οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον, οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα, ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω, θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν. ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον, κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ. Κλυταιμήστρα ὦ τέκνον, ὦ ξέναι, οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα. φεύγει σε πατὴρ Ἅιδῃ παραδούς. Ἰφιγένεια οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ μέλος εἰς ἄμφω πέπτωκε τύχης, κοὐκέτι μοι φῶς οὐδʼ ἀελίου τόδε φέγγος. ἰὼ ἰώ. νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα, Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ- δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει, μή ποτʼ ὤφελες τὸν ἀμφὶ βουσὶ βουκόλον τραφέντʼ Ἀλέξανδρον οἰκίσαι ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι Νυμφᾶν κεῖνται λειμών τʼ ἔρνεσι θάλλων χλωροῖς καὶ ῥοδόεντʼ ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος, ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα Κύπρις, ἃ δὲ δορὶ Παλλάς, Ἥρα τε Διὸς ἄνακτος εὐναῖσι βασιλίσιν, κρίσιν ἐπὶ στυγνὰν ἔριν τε καλλονᾶς, ἐμοὶ δὲ θάνατον — ὄνομα μὲν φέροντα Δαναΐ- δαισιν, ὦ κόραι, πρόθυμα δʼ ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον. ὁ δὲ τεκών με τὰν τάλαιναν, ὦ μᾶτερ ὦ μᾶτερ, οἴχεται προδοὺς ἔρημον. ὦ δυστάλαινʼ ἐγώ, πικρὰν πικρὰν ἰδοῦσα δυσελέναν, φονεύομαι διόλλυμαι σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός. μή μοι ναῶν χαλκεμβολάδων πρύμνας ἅδʼ Αὐλὶς δέξασθαι τούσδʼ εἰς ὅρμους ἐς Τροίαν ὤφελεν ἐλάταν πομπαίαν, μηδʼ ἀνταίαν Εὐρίπῳ πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων αὔραν ἄλλοις ἄλλαν θνατῶν λαίφεσι χαίρειν, τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν, τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν, τοῖσι δὲ μέλλειν. ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον ἀνδράσιν ἀνευρεῖν. ἰὼ ἰώ, μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα. Χορός ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς τυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν. Ἰφιγένεια ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας. Κλυταιμήστρα τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας. Ἰφιγένεια διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας. Κλυταιμήστρα τί δὲ τέκνον, φεύγεις; Ἰφιγένεια Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι. Κλυταιμήστρα ὡς τί δή; Ἰφιγένεια τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει. Κλυταιμήστρα οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα. ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα. Ἀχιλλεύς ὦ γύναι τάλαινα, Λήδας θύγατερ— Κλυταιμήστρα οὐ ψευδῆ θροεῖς. Ἀχιλλεύς δείνʼ ἐν Ἀργείοις βοᾶται— Κλυταιμήστρα τίνα βοήν; σήμαινέ μοι. Ἀχιλλεύς ἀμφὶ σῆς παιδός— Κλυταιμήστρα πονηρὸν εἶπας οἰωνὸν λόγον. Ἀχιλλεύς ὡς χρεὼν σφάξαι νιν. Κλυταιμήστρα οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει; Ἀχιλλεύς ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον— Κλυταιμήστρα τίνʼ, ὦ ξένε; Ἀχιλλεύς σῶμα λευσθῆναι πέτροισι. Κλυταιμήστρα μῶν κόρην σῴζων ἐμήν; Ἀχιλλεύς αὐτὸ τοῦτο. Κλυταιμήστρα τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν; Ἀχιλλεύς πάντες Ἕλληνες. Κλυταιμήστρα στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν; Ἀχιλλεύς πρῶτος ἦν ἐκεῖνος ἐχθρός. Κλυταιμήστρα διʼ ἄρʼ ὀλώλαμεν, τέκνον. Ἀχιλλεύς οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα. Κλυταιμήστρα ἀπεκρίνω δὲ τί; Ἀχιλλεύς τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— Κλυταιμήστρα δίκαια γάρ. Ἀχιλλεύς ἣν ἐφήμισεν πατήρ μοι. Κλυταιμήστρα καὶ Ἀργόθεν γʼ ἐπέμψατο. Ἀχιλλεύς ἀλλʼ ἐνικώμην κεκραγμοῦ. Κλυταιμήστρα τὸ πολὺ γὰρ δεινὸν κακόν. Ἀχιλλεύς ἀλλʼ ὅμως ἀρήξομέν σοι. Κλυταιμήστρα καὶ μαχῇ πολλοῖσιν εἷς; Ἀχιλλεύς εἰσορᾷς τεύχη φέροντας τούσδε; Κλυταιμήστρα ὄναιο τῶν φρενῶν. Ἀχιλλεύς ἀλλʼ ὀνησόμεσθα. Κλυταιμήστρα παῖς ἄρʼ οὐκέτι σφαγήσεται; Ἀχιλλεύς οὔκ, ἐμοῦ γʼ ἑκόντος. Κλυταιμήστρα ἥξει δʼ ὅστις ἅψεται κόρης; Ἀχιλλεύς μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς. Κλυταιμήστρα ἆρʼ ὁ Σισύφου γόνος; Ἀχιλλεύς αὐτὸς οὗτος. Κλυταιμήστρα ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο; Ἀχιλλεύς αἱρεθεὶς ἑκών. Κλυταιμήστρα πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν. Ἀχιλλεύς ἀλλʼ ἐγὼ σχήσω νιν. Κλυταιμήστρα ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας; Ἀχιλλεύς δηλαδὴ ξανθῆς ἐθείρας. Κλυταιμήστρα ἐμὲ δὲ δρᾶν τί χρὴ τότε; Ἀχιλλεύς ἀντέχου θυγατρός. Κλυταιμήστρα ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται. Ἀχιλλεύς ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει. Ἰφιγένεια μῆτερ, εἰσακούσατε τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον. τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας· ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ, καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ. οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην· κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές. δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω· εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει, κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι, μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος, τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀν ήρπασεν Πάρις. ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος, Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται. καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών· πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ. ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι, μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης, δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν, ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε; τί τὸ δίκαιον τοῦτό γε; ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος; κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν. εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος. εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν, ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ; ἀλλʼ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι. θύετʼ, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή. βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους, μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι. Χορός τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει· τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ. Ἀχιλλεύς Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων. ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ. εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος· τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ, ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε. μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεται ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ. ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖν λαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις, εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν. Ἰφιγένεια λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη. ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχας ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε, μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά, ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα. Ἀχιλλεύς ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτι λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν; ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε, ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα, ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας, ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν. χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα, ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς. οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν· ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς καραδοκήσω σὴν ἐκεῖ παρουσίαν. Ἰφιγένεια μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας; Κλυταιμήστρα ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα. Ἰφιγένεια παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ. Κλυταιμήστρα λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον. Ἰφιγένεια μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός, μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους. Κλυταιμήστρα τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε; Ἰφιγένεια οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ. Κλυταιμήστρα πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών; Ἰφιγένεια ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται. Κλυταιμήστρα τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται. Ἰφιγένεια βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης. Κλυταιμήστρα ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ. Ἰφιγένεια ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις. Κλυταιμήστρα τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν; Ἰφιγένεια μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους. Κλυταιμήστρα εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις; Ἰφιγένεια χαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι. Κλυταιμήστρα προσέλκυσαί νιν ὕστατον θεωμένη. Ἰφιγένεια ὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις. Κλυταιμήστρα ἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω; Ἰφιγένεια πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν. Κλυταιμήστρα δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν. Ἰφιγένεια ἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν. Κλυταιμήστρα δόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως. Ἰφιγένεια τίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης; Κλυταιμήστρα ἐγώ, μετά γε σοῦ— Ἰφιγένεια μὴ σύ γʼ· οὐ καλῶς λέγεις. Κλυταιμήστρα πέπλων ἐχομένη σῶν. Ἰφιγένεια ἐμοί, μῆτερ, πιθοῦ· μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε. πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω Ἀρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι. Κλυταιμήστρα ὦ τέκνον, οἴχῃ; Ἰφιγένεια καὶ πάλιν γʼ οὐ μὴ μόλω. Κλυταιμήστρα λιποῦσα μητέρα; Ἰφιγένεια ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως. Κλυταιμήστρα σχές, μή με προλίπῃς. Ἰφιγένεια οὐκ ἐῶ στάζειν δάκρυ. ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες, παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία. κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον. Ἰφιγένεια ἄγετέ με τὰν Ἰλίου καὶ Φρυγῶν ἑλέπτολιν. στέφεα περίβολα δίδοτε, φέρετε — πλόκαμος ὅδε καταστέφειν — χερνίβων τε παγάς. ἑλίσσετʼ ἀμφὶ ναὸν ἀμφὶ βωμὸν Ἄρτεμιν, τὰν ἄνασσαν Ἄρτεμιν, τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών, αἵμασι θύμασί τε θέσφατʼ ἐξαλείψω. ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι δώσομεν ἁμέτερα· παρʼ ἱεροῖς γὰρ οὐ πρέπει. ἰὼ ἰὼ νεάνιδες, συνεπαείδετʼ Ἄρτεμιν Χαλκίδος ἀντίπορον, ἵνα τε δόρατα μέμονε δάϊʼ ὄνομα διʼ ἐμὸν τᾶσδʼ Αὐλίδος στενοπόροις ἐν ὅρμοις. ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία, Μυκηναῖαί τʼ ἐμαὶ θεράπναι— Χορός καλεῖς πόλισμα Περσέως, Κυκλωπίων πόνον χερῶν; Ἰφιγένεια ἐθρέψαθʼ Ἑλλάδι με φάος· θανοῦσα δʼ οὐκ ἀναίνομαι. Χορός κλέος γὰρ οὔ σε μὴ λίπῃ. Ἰφιγένεια ἰὼ ἰώ. λαμπαδοῦχος ἁμέρα Διός τε φέγγος, ἕτερον ἕτερον αἰῶνα καὶ μοῖραν οἰκήσομεν. χαῖρέ μοι, φίλον φάος. Χορός ἰὼ ἰώ. ἴδεσθε τὰν Ἰλίου καὶ Φρυγῶν ἑλέπτολιν στείχουσαν, ἐπὶ κάρα στέφη βαλουμέναν χερνίβων τε παγάς, βωμόν γε δαίμονος θεᾶς ῥανίσιν αἱματορρύτοις χρανοῦσαν εὐφυῆ τε σώματος δέρην σφαγεῖσαν. εὔδροσοι παγαὶ πατρῷαι μένουσι χέρνιβές τέ σε στρατός τʼ Ἀχαιῶν θέλων Ἰλίου πόλιν μολεῖν. ἀλλὰ τὰν Διὸς κόραν κλῄσωμεν Ἄρτεμιν, θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ. ὦ πότνια, πότνια, θύμασιν βροτησίοις χαρεῖσα, πέμψον ἐς Φρυγῶν γαῖαν Ἑλλάνων στρατὸν καὶ δολόεντα Τροίας ἕδη, Ἀγαμέμνονά τε λόγχαις Ἑλλάδι κλεινότατον στέφανον δὸς ἀμφὶ κάρα ἑὸν κλέος ἀείμνηστον ἀμφιθεῖναι. Ἄγγελος ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων. Κλυταιμήστρα φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην, ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ· μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων πρὸς τῇ παρούσῃ; Ἄγγελος σῆς μὲν οὖν παιδὸς πέρι θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω. Κλυταιμήστρα μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος. Ἄγγελος ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς. λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν. ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους, ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος, σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην, ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς. ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι· τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε. καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν. πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ· σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως. τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου. στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον, εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ· Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης. ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ, ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε, τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος, δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ, ἄχραντον αἷμα καλλιπαρθένου δέρης, καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί. ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων. ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο, λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν· ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί, κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν. πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς, τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ. βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός, ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν· ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν, ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ. κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη· Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ, ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον; ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται, ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ. ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριον δίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς. πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης, χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς Αἴγαιον οἶδμα διαπερᾶν. ἐπεὶ δʼ ἅπαν κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί, τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός. πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε, λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα. ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω· ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο. λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον· ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν, σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν. Χορός ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου· ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος. Κλυταιμήστρα ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας; πῶς σε προσείπω; πῶς δʼ οὐ φῶ παραμυθεῖσθαι τούσδε μάτην μύθους, ὥς σου πένθους λυγροῦ παυσαίμαν; Χορός καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει, τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους. Ἀγαμέμνων γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν· ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν. χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ. καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματα Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς. Χορός χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν, χαίρων δʼ ἐπάνηκε, κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.
Julian the Emperor
Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον
"ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΚΩΝΣ(...TRUNCATED)
Anonymous
Hymn 31 To Helios
"Εἲς Ἥλιον\nἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦ(...TRUNCATED)
Lucian
Περὶ τῆς Συρίης Θεοῦ
"Ἔστιν\nἐν\nΣυρίῃ\nπόλις οὐ πολλὸν ἀπὸ τοῦ\nΕὐφρήτεω(...TRUNCATED)
Demetrius of Phaleron
Περὶ ἑρμηνείας
"Ὥσπερ ἡ ποίησις διαιρεῖται τοῖς μέτροις, οἷον ἡμιμ(...TRUNCATED)
Plutarch
Ἀλκιβιάδης
"Ἀλκιβιάδης\nτὸ Ἀλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκην τ(...TRUNCATED)
Anonymous
Hymn 17 To the Dioscuri
"Εἲς Διοσκούρους\nΚάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσ(...TRUNCATED)
Lucian
Ζεύξις ἢ Ἀντίοχος
"ἔναγχος ἐγὼ μὲν ὑμῖν δείξας τὸν λόγον ἀπῄειν οἴκ(...TRUNCATED)
Plutarch
Ὑγιεινὰ παραγγέλματα
"οὔτʼ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλʼ\nἔφυγον (...TRUNCATED)

Πληροφορίες για τα δεδομένα

Το παρόν dataset περιλαμβάνει κείμενα της ελληνικής γλώσσας χρονολογούμενα κατά την αρχαιότητα και τους λατινικούς χρόνους. Περιέχονται γνωστά έργα (ή και λιγότερο γνωστά) διάφορων κειμενικών ειδών της αρχαίας ελληνικής γραμματείας (Όμηρος, τραγωδία, κωμωδία, επική/λυρική ποίηση, καθώς και επιστημονικά και φιλοσοφικά κείμενα). Παράλληλα, ο χρήστης θα βρει και σχόλια αναφορικά με το λεξιλόγιο αλλά και διευκρινίσεις. Σημειώνεται πως έχει διατηρηθεί ο συλλαβισμός, ενώ έχουν αφαιρεθεί οι υποσημειώσεις και η αρίθμηση με αραβικούς αριθμούς, ώστε να δοθεί όσο το δυνατόν πιο άρτια η συνέχεια του κειμένου. Τα αρχεία αντλήθηκαν από XML μορφή, από τη σελίδα: https://github.com/PerseusDL/canonical-greekLit Παρατίθενται σε μορφή parquet.

Για οποιοδήποτε ζήτημα, επικοινωνήστε: glossapi.team@eellak.gr

Dataset info

In this dataset, the user will find Greek texts of the ancient Greek and Latin era. It includes fragments from more (or less) well-known texts: Homer, tragedy, comedy, epic/lyric poetry, scientific and philosophical texts). There are also commentary archives. It is worth mentioning that, is some cases, the spelling is maintained but the footnotes and the Arabic numbers have been erased, in order for us to maintain the adequacy of the texts. The archives can be found at https://github.com/PerseusDL/canonical-greekLit as XML, and here are uploaded as parquet.

For feedback contact: glossapi.team@eellak.gr

Downloads last month
10
Edit dataset card