text
stringlengths
1
2.82k
ναὶ μὴν καὶ τοῦ πάθους γενομένου τὸ ὅλον συνεπάθησεν καὶ αὐτὸ εἰς διόρθωσιν τοῦ παθόντος.
Ἀλλὰ καὶ εἰ ὁ κατελθὼν εὐδοκία τοῦ ὅλου ἦν(» ἐν αὐτῷ γὰρ πᾶν τὸ πλήρωμα ἦν σωματικῶς«), ἔπαθεν δὲ οὗτος, δῆλον ὅτι καὶ τὰ ἐν αὐτῷ σπέρματα συνέπαθεν, δι’ ὧν τὸ ὅλον καὶ τὸ πᾶν εὑρίσκεται πάσχον.
ἀλλὰ καὶ διὰ τῆς τοῦ δωδεκάτου αἰῶνος πείσεως τὰ ὅλα παιδευθέντα, ὥς φασι, συνεπάθησεν.
τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ πατρός εἰσιν, ὄνομα ἀνωνόμαστον, μορφὴ καὶ γνῶσις.
ὁ δὲ βουληθεὶς αἰὼν τὸ ὑπὲρ τὴν γνῶσιν λαβεῖν ἐν ἀγνωσίᾳ καὶ ἀμορφίᾳ ἐγένετο.
ὅθεν καὶ κένωμα γνώσεως εἰργάσατο, ὅπερ ἐστὶ σκιὰ τοῦ ὀνόματος·
ὅπερ ἐστὶν υἱός, μορφὴ τῶν αἰώνων.
οὕτως τὸ κατὰ μέρος ὄνομα τῶν αἰώνων ἀπώλεια ἐστὶ τοῦ ὀνόματος.
Ἐν πληρώματι οὖν ἑνότητος οὔσης ἕκαστος τῶν αἰώνων ἴδιον ἔχει πλήρωμα, τὴν συζυγίαν.
ὅσα οὖν ἐκ συζυγίας, φασί, προέρχεται, πληρώματά ἐστιν, ὅσα δὲ ἀπὸ ἑνός, εἰκόνες.
ὅθεν ὁ Θεόδοτος τὸν Χριστὸν ἐξ ἐννοίας προελθόντα τῆς Σοφίας εἰκόνα τοῦ πληρώματος ἐκάλεσεν.
οὗτος δὲ καταλείψας τὴν μητέρα ἀνελθὼν εἰς τὸ πλήρωμα ἐκράθη, ὥσπερ τοῖς ὅλοις, οὕτω δὲ καὶ τῷ Παρακλήτῳ.
υἱόθετος μέντοι γέγονεν ὁ Χριστὸς ὡς πρὸς τὰ πληρώματα ἐκλεκτὸς γενόμενος καὶ » πρωτότοκος« τῶν ἐνθάδε πραγμάτων.
Ἔστιν οὖν ὁ λόγος οὗτος παράκουσμα τοῦ ἡμετέρου, ἐκ τοῦ ὑποκειμένου» πρωτότοκον« λέγοντος τὸν σωτῆρα, καὶ ἔστιν ὡσπερεὶ ῥίζα καὶ κεφαλὴ ἡμῶν, ἡ δὲ ἐκκλησία καρποὶ αὐτοῦ.
Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος καὶ συσταλέντος εἰς τὸ πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγάγετο ἄρχοντα εἰς τύπον τοῦ φυγόντος αὐτὴν κατ’ ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος τοῦ πατρὸς τῶν ὅλων.
διὸ καὶ ἥττων γίνεται, ὡς ἂν ἐκ πάθους τῆς ἐπιθυμίας συνεστώς.
ἐμυσάχθη μέντοι ἐνιδοῦσα τὴν ἀποτομίαν αὐτοῦ, ὥς φασιν αὐτοί.
Ἀλλὰ καὶ αἱ εὐώνυμοι δυνάμεις.
πρῶται προβληθεῖσαι τῶν δεξιῶν ὑπ’ αὐτῆς, ὑπὸ τῆς τοῦ φωτὸς παρουσίας οὐ μορφοῦνται, κατελείφθησαν δὲ αἱ ἀριστεραὶ ὑπὸ τοῦ Τόπου μορφωθῆναι.
τῆς μητρὸς οὖν μετὰ τοῦ υἱοῦ καὶ τῶν σπερμάτων εἰσελθούσης εἰς τὸ πλήρωμα, τότε ὁ Τόπος τὴν ἐξουσίαν τῆς μητρὸς καὶ τὴν τάξιν ἀπολήψεται, ἣν νῦν ἔχει ἡ μήτηρ.
Ὁ Ἰησοῦς» τὸ φῶς« ἡμῶν, ὡς λέγει ὁ ἀπόστολος.
ἑαυτὸν» κενώσας«, τουτέστιν ἐκτὸς τοῦ Ὅρου γενόμενος κατὰ Θεόδοτον, ἐπεὶ ἄγγελος ἦν τοῦ πληρώματος, τοὺς ἀγγέλους τοῦ διαφέροντος σπέρματος συνεξήγαγεν ἑαυτῷ·
καὶ αὐτὸς μὲν τὴν λύτρωσιν ὡς ἀπὸ πληρώματος προελθὼν εἶχεν, τοὺς δὲ ἀγγέλους εἰς διόρθωσιν τοῦ σπέρματος ἤγαγεν·
ὡς γὰρ ὑπὲρ μέρους δέονται καὶ παρακαλοῦσι καὶ δι’ ἡμᾶς κατεχόμενοι, σπεύδοντες εἰσελθεῖν, ἄφεσιν ἡμῖν αἰτοῦνται.
ἵνα συνεισέλθωμεν αὐτοῖς·
σχεδὸν γὰρ ἡμῶν χρείαν ἔχοντες, ἵνα εἰσέλθωσιν, ἐπεὶ ἄνευ ἡμῶν οὐκ ἐπιτρέπεται αὐτοῖς( διὰ τοῦτο γὰρ οὐδὲ ἡ μήτηρ συνελήλυθεν ἄνευ ἡμῶν, φασίν), εἰκότως ὑπὲρ ἡμῶν δέονται.
Ἐν ἑνότητι μέντοι γε προεβλήθησαν οἱ ἄγγελοι ἡμῶν, φασίν, εἷς ὄντες, ὡς ἀπὸ ἑνὸς προελθόντες.
ἐπεὶ δὲ ἡμεῖς ἦμεν, οἱ μεμερισμένοι, διὰ τοῦτο ἐβαπτίσατο ὁ Ἰησοῦς, τὸ ἀμέριστον μερισθῆναι, μέχρις ἡμᾶς ἑνώσῃ αὐτοῖς εἰς τὸ πλήρωμα, ἵνα ἡμεῖς, οἱ πολλοὶ ἓν γενόμενοι,[ οἱ] πάντες τῷ ἑνὶ τῷ δι’ ἡμᾶς μερισθέντι ἀνακραθῶμεν.
Οἱ ἀπὸ Ἀδὰμ ἐξελθόντες οἱ μὲν δίκαιοι διὰ τῶν ἐκτισμένων τὴν ὁδὸν ποιούμενοι παρὰ τῷ Τόπῳ κατείχοντο κατὰ τοὺς Οὐαλεντινιανούς, οἱ δὲ ἕτεροι ἐν τῷ τοῦ σκότου ἐκτισμένῳ ἐν τοῖς ἀριστεροῖς, ἔχοντες συναίσθησιν τοῦ πυρός.
Ποταμὸς ἐκπορεύεται πυρὸς ὑποκάτω τοῦ θρόνου τοῦ Τόπου, καὶ ῥεῖ εἰς τὸ κενὸν τοῦ ἐκτισμένου, ὅ ἐστιν ἡ γέεννα, ἀπὸ κτίσεως τοῦ πυρὸς ῥέοντος μὴ πληρουμένη·
καὶ αὐτὸς δὲ ὁ Τόπος πύρινός ἐστι.
διὰ τοῦτο, φησί, καταπέτασμα ἔχει, ἵνα μὴ ἐκ τῆς προσόψεως ἀναλωθῇ τὰ πνεύματα·
μόνος δὲ ὁ ἀρχάγγελος εἰσέρχεται πρὸς αὐτόν, οὗ κατ’ εἰκόνα καὶ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει.
ἔνθεν καὶ ὁ Ἰησοῦς παρακληθεὶς συνεκαθέσθη τῷ Τόπῳ, ἵνα μένῃ τὰ πνεύματα καὶ μὴ προαναστῇ αὐτοῦ, καὶ ἵνα τὸν Τόπον ἡμερώσῃ καὶ τῷ σπέρματι δίοδον εἰς πλήρωμα παράσχῃ.
Ἡ μήτηρ προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ’ αὐτοῦ καταλειφθεῖσα τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον.
ἀλλὰ τὰ δυνατὰ παρ’ αὑτῇ κατέσχεν, ὥστε καὶ τοῦ Τόπου καὶ τῶν κλητῶν[ οὖν] τὰ ἀγγελικὰ αὐτὴ προβαλοῦσα παρ’ αὑτῇ κατέχει, τῶν ἐκλεκτῶν τῶν ἀγγελικῶν ὑπὸ τοῦ ἄρρενος ἔτι πρότερον προβεβλημένων.
Τὰ μὲν γὰρ δεξιὰ πρὸ τῆς τοῦ φωτὸς αἰτήσεως προηνέχθη ὑπὸ τῆς μητρός, τὰ δὲ σπέρματα τῆς ἐκκλησίας μετὰ τὴν τοῦ φωτὸς αἴτησιν, ὅτε ὑπὸ τοῦ ἄρρενος τὰ ἀγγελικὰ τῶν σπερμάτων προεβάλλετο.
Τὰ διαφέροντα σπέρματά φησι μήτε ὡς πάθη, ὧν λυομένων συνελύθη ἂν καὶ τὰ σπέρματα, μήτε ὡς κτίσιν προεληλυθέναι, ἀλλ᾿ ὡς τέκνα.
ἀπαρτιζομένης γὰρ τῆς κτίσεως συναπηρτίσθη ἂν καὶ τὰ σπέρματα·
διὸ καὶ τὴν οἰκειότητα ἔχει πρὸς τὸ φῶς, ὃ πρῶτον προήγαγεν, τουτέστι τὸν Ἰησοῦν, ὁ αἰτησάμενος τοὺς αἰῶνας Χριστός, ἐν ᾧ συνδιυλίσθη κατὰ δύναμιν καὶ τὰ σπέρματα τὰ συνελθόντα αὐτῷ εἰς τὸ πλήρωμα·
[ διὸτι] πρὸ καταβολῆς κόσμου εἰκότως λέγεται ἡ ἐκκλησία ἐκλελέχθαι.
ἐν ἀρχῇ τοίνυν συνελογίσθημεν, φασί, καὶ ἐφανερώθημεν.
διὰ τοῦτο ὁ σωτὴρ λέγει» λαμψάτω τὸ φῶς ὑμῶν«, μηνύων περὶ τοῦ φωτὸς τοῦ φανέντος καὶ μορφώσαντος, περὶ οὗ ὁ ἀπόστολος λέγει·
» ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, τὸν τοῦ διαφόρου σπέρματος.
ὅτε γὰρ ἐφωτίσθη ὁ ἄνθρωπος, τότε εἰς τὸν κόσμον ἦλθεν, τουτέστιν ἑαυτὸν ἐκόσμησεν, χωρίσας αὑτοῦ τὰ ἐπισκοτοῦντα καὶ συναναμεμιγμένα αὐτῷ πάθη.
καὶ τὸν Ἀδὰμ ὁ Δημιουργὸς Ἐννοίᾳ προσχὼν ἐπὶ τέλει τῆς δημιουργίας αὐτὸν προήγαγεν.
Ὁ Σταυρὸς τοῦ ἐν πληρώματι Ὅρου σημεῖόν ἐστιν·
χωρίζει γὰρ τοὺς ἀπίστους τῶν πιστῶν ὡς ἐκεῖνος τὸν κόσμον τοῦ πληρώματος·
διὸ καὶ τὰ σπέρματα ὁ Ἰησοῦς διὰ τοῦ σημείου ἐπὶ τῶν ὤμων βαστάσας εἰσάγει εἰς τὸ πλήρωμα.
ὦμοι γὰρ τοῦ σπέρματος ὁ Ἰησοῦς λέγεται, κεφαλὴ δὲ ὁ Χριστός.
ὅθεν εἴρηται·
» ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι.
οὐκ ἔστι μου ἀδελφός.
« ᾖρεν οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, ὅπερ ὁμοούσιον ἦν τῇ ἐκκλησίᾳ.
Λέγουσιν οὖν ὅτι αἱ δεξιαὶ ᾔδεσαν τοῦ Ἰησοῦ καὶ τοῦ χριστοῦ τὰ ὀνόματα καὶ πρὸ τῆς παρουσίας, ἀλλὰ τοῦ σημείου οὐκ ᾔδεσαν τὴν δύναμιν.
καὶ δόντος πᾶσαν τὴν ἐξουσίαν τοῦ πατρός, συναινέσαντος δὲ καὶ τοῦ πληρώματος.
ἐκπέμπεται » ὁ τῆς βουλῆς ἄγγελος«.
καὶ γίνεται κεφαλὴ τῶν ὅλων μετὰ τὸν πατέρα·
» πάντα γὰρ ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι, κυριότητες, βασιλεῖαι, θεότητες, λειτουργίαι·
« » διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος τῆς δόξης Ἰησοῦς Χριστὸς σωτήρ,«» ἀναβὰς αὐτὸς καὶ καταβάς·
τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη;
ὁ καταβὰς αὐτός ἐστιν εἰς τὰ κατώτατα τῆς γῆς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.
« Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν φωτὶ ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλιάσατο καὶ προσεκύνησεν, τοὺς δὲ ἄρρενας ἀγγέλους τοὺς σὺν αὐτῷ ἐκπεμφθέντας θεασαμένη, κατῃδέσθη καὶ κάλυμμα ἐπέθετο.
διὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος κελεύει τὰς γυναῖκας» φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«.
Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν, δείξας ἀπὸ πατρὸς ἀγεννήτου τὰ ἐν πληρώματι καὶ τὰ μέχρι αὐτῆς·
ἀποστήσας δὲ τὰ πάθη τῆς πεπονθυίας αὐτὴν μὲν ἀπαθῆ κατεσκεύασεν, τὰ πάθη δὲ διακρίνας ἐφύλαξεν, καὶ οὐχ ὥσπερ τὰ τῆς ἔνδον διεφορήθη, ἀλλ᾿ εἰς οὐσίαν ἤγαγεν αὐτά τε καὶ τὰ τῆς δευτέρας διαθέσεως.
οὕτως διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἡ Σοφία ἀπαθὴς γίνεται καὶ τὰ ἔξω κτίζεται.
» πάντα γὰρ δι’ αὐτοῦ γέγονεν καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδέν.
« Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβηκότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν, εἶθ᾿ οὕτως εἰς συγκρίματα καὶ σώματα·
ἀθρόως γὰρ οὐσίαν ποιῆσαι τὰ πάθη οὐκ ἐνῆν·
καὶ τοῖς σώμασι κατὰ φύσιν ἐπιτηδειότητα ἐνεποίησεν.
Πρῶτος μὲν οὖν δημιουργὸς ὁ Σωτὴρ γίνεται καθολικός.
» ἡ δὲ Σοφία« δευτέρα» οἰκοδομεῖ οἶκον ἑαυτῇ καὶ ὑπήρεισεν στύλους ἑπτά«.
καὶ πρῶτον πάντων προβάλλεται εἰκόνα τοῦ πατρὸς θεόν, δι’ οὗ ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, τουτέστι» τὰ οὐράνια καὶ τὰ ἐπίγεια«, τὰ δεξιὰ καὶ τὰ ἀριστερά.
οὗτος ὡς εἰκὼν πατρὸς πατὴρ γίνεται καὶ προβάλλει πρῶτον τὸν ψυχικὸν Χριστὸν υἱοῦ εἰκόνα, ἔπειτα τοὺς ἀρχαγγέλους αἰώνων εἰκόνας, εἶτα ἀγγέλους ἀρχαγγέλων ἐκ τῆς ψυχικῆς καὶ φωτεινῆς οὐσίας, ἥν φησιν ὁ προφητικὸς λόγος» καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων«, κατὰ τὴν συμπλοκὴν τῶν δύο οὐσιῶν τῶν αὐτῷ πεποιημένων τὸ εἰλικρινὲς» ἐπιφέρεσθαι« εἰπών.
τὸ δὲ ἐμβριθὲς καὶ ὑλικὸν ὑποφέρεσθαι, τὸ θολερὸν καὶ παχυμερές.
ἀσώματον δὲ καὶ ταύτην ἐν ἀρχῇ αἰνίσσεται τῷ φάσκειν» ἀόρατον«·
οὔτε γὰρ ἀνθρώπῳ τῷ μηδέπω ὄντι ἀόρατος ἦν οὔτε τῷ θεῷ·
ἐδημιούργει γάρ·
ἀλλὰ τὸ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον αὐτῆς ὧδέ πως ἐξεφώνησεν.
Διακρίνας δὲ ὁ Δημιουργὸς τὰ καθαρὰ ἀπὸ τοῦ ἐμβριθοῦς, ὡς ἂν ἐνιδὼν τὴν ἑκατέρου φύσιν, φῶς ἐποίησεν, τουτέστιν ἐφανέρωσεν καὶ εἰς φῶς καὶ ἰδέαν προσήγαγεν, ἐπεὶ τό γε ἡλιακὸν καὶ οὐράνιον φῶς πολλῷ ὕστερον ἐργάζεται·
καὶ ποιεῖ[ ἐκ] τῶν ὑλικῶν τὸ μὲν ἐκ τῆς λύπης, οὐσιωδῶς κτίζων» πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ ἡ πάλη ἡμῖν«·
διὸ καὶ λέγει ὁ ἀπόστολος·
» καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε·
« τὸ δὲ ἐκ τοῦ φόβου τὰ θηρία, τὸ δὲ ἐκ τῆς ἐκπλήξεως καὶ ἀπορίας τὰ στοιχεῖα τοῦ κόσμου.
ἐν δὲ τοῖς τρισὶ στοιχείοις τὸ πῦρ ἐναιωρεῖται καὶ ἐνέσπαρται καὶ ἐμφωλεύει καὶ ὑπὸ τούτων ἐξάπτεται καὶ τούτοις ἐπαποθνῄσκει, μὴ ἔχον τόπον ἀποτακτὸν ἑαυτοῦ ὡς καὶ τὰ ἄλλα στοιχεῖα.
ἐξ ὧν τὰ συγκρίματα δημιουργεῖται.
Ἐπεὶ δὲ οὐκ ἐγίνωσκεν τὴν δι’ αὑτοῦ ἐνεργοῦσαν οἰόμενος ἰδίᾳ δυνάμει δημιουργεῖν φιλεργὸς ὢν φύσει, διὰ τοῦτο εἶπεν ὁ ἀπόστολος·
» ὑπετάγη τῇ ματαιότητι τοῦ κόσμου, οὐχ ἑκών, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι, ὅτι καὶ αὐτὸς ἐλευθερωθήσεται«, ὅταν συλλεγῇ τὰ σπέρματα τοῦ θεοῦ.
τεκμήριον δὲ μάλιστα τοῦ ἀκουσίου τὸ εὐλογεῖν τὸ σάββατον καὶ τὴν ἀπὸ τῶν πόνων ἀνάπαυσιν ὑπερασπάζεσθαι.
» Λαβὼν χοῦν ἀπὸ τῆς γῆς«, οὐ τῆς ξηρᾶς, ἀλλὰ τῆς πολυμεροῦς καὶ ποικίλης ὕλης μέρος, ψυχὴν γεώδη καὶ[ ὑλικὴν ἐτεκτήνατο ἄλογον καὶ τῇ τῶν θηρίων ὁμοούσιον·
οὗτος ὁ » κατ’ εἰκόνα« ἄνθρωπος.
ὁ δὲ» καθ’ ὁμοίωσιν« τὴν αὐτοῦ τοῦ Δημιουργοῦ ἐκεῖνός ἐστιν, ὃν εἰς τοῦτον» ἐνεφύσησέν « τε καὶ ἐνέσπειρεν, ὁμοούσιόν τι αὐτῷ δι’ ἀγγέλων ἐνθείς·
καθὸ μὲν ἀόρατός ἐστι καὶ ἀσώματος, τὴν οὐσίαν αὐτοῦ» πνοὴν ζωῆς« προσεῖπεν, μορφωθὲν δὲ» ψυχὴ ζῶσα« ἐγένετο, ὅπερ εἶναι καὶ αὐτὸς ἐν ταῖς προφητικαῖς γραφαῖς ὁμολογεῖ.
Ἄνθρωπος γοῦν ἐστιν ἐν ἀνθρώπῳ, ψυχικὸς ἐν χοϊκῷ, οὐ μέρει μέρος, ἀλλὰ ὅλῳ ὅλος συνών, ἀρρήτῳ δυνάμει θεοῦ·
ὅθεν ἐν τῷ παραδείσῳ, τῷ τετάρτῳ οὐρανῷ, δημιουργεῖται·
ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ᾿ ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική.
ταῦτα σημαίνει» τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου«, τὴν θείαν ψυχὴν αἰνίσσεται τὴν ἐγκεκρυμμένην τῇ σαρκὶ καὶ στερεὰν καὶ δυσπαθῆ καὶ δυνατωτέραν,» καὶ σὰρξ ἐκ τῆς σαρκός μου«, τὴν ὑλικὴν ψυχὴν σῶμα οὖσαν τῆς θείας ψυχῆς.
περὶ τούτων τῶν δυεῖν καὶ ὁ σωτὴρ λέγει φοβεῖσθαι δεῖν τὸν δυνάμενον ταύτην τὴν ψυχὴν καὶ τοῦτο τὸ σῶμα τὸ ψυχικὸν ἐν γεέννῃ ἀπολέσαι«.
Τοῦτο τὸ σαρκίον » ἀντίδικον« ὁ σωτὴρ εἶπεν καὶ ὁ Παῦλος» νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου«, καὶ» δῆσαι« παραινεῖ καὶ» ἁρπάσαι ὡς ἰσχυροῦ τὰ σκεύη«, τοῦ ἀντιπολεμοῦντος τῇ οὐρανίῳ ψυχῇ.